Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 1:1εν αρχη εποιησεν ο θεος τον ουρανον και την γην    
Gênesis 1:2η δε γη ην αορατος και ακατασκευαστος και σκοτος επανω της αβυσσου και πνευμα θεου επεφερετο επανω του υδατος    
Gênesis 1:3και ειπεν ο θεος γενηθητω φως και εγενετο φως    
Gênesis 1:4και ειδεν ο θεος το φως οτι καλον και διεχωρισεν ο θεος ανα μεσον του φωτος και ανα μεσον του σκοτους    
Gênesis 1:5και εκαλεσεν ο θεος το φως ημεραν και το σκοτος εκαλεσεν νυκτα και εγενετο εσπερα και εγενετο πρωι ημερα μια    
Gênesis 1:6και ειπεν ο θεος γενηθητω στερεωμα εν μεσω του υδατος και εστω διαχωριζον ανα μεσον υδατος και υδατος και εγενετο ουτως    
Gênesis 1:7και εποιησεν ο θεος το στερεωμα και διεχωρισεν ο θεος ανα μεσον του υδατος ο ην υποκατω του στερεωματος και ανα μεσον του υδατος του επανω του στερεωματος    
Gênesis 1:8και εκαλεσεν ο θεος το στερεωμα ουρανον και ειδεν ο θεος οτι καλον και εγενετο εσπερα και εγενετο πρωι ημερα δευτερα    
Gênesis 1:9και ειπεν ο θεος συναχθητω το υδωρ το υποκατω του ουρανου εις συναγωγην μιαν και οφθητω η ξηρα και εγενετο ουτως και συνηχθη το υδωρ το υποκατω του ουρανου εις τας συναγωγας αυτων και ωφθη η ξηρα    
Gênesis 1:10και εκαλεσεν ο θεος την ξηραν γην και τα συστηματα των υδατων εκαλεσεν θαλασσας και ειδεν ο θεος οτι καλον    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 ]    Última página