Bíblia On Line - Informação bíblica de confiança
Bíblia OnLine
Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Habacuque 1:1 το λημμα ο ειδεν αμβακουμ ο προφητης    
Habacuque 1:2 εως τινος κυριε κεκραξομαι και ου μη εισακουσης βοησομαι προς σε αδικουμενος και ου σωσεις    
Habacuque 1:3 ινα τι μοι εδειξας κοπους και πονους επιβλεπειν ταλαιπωριαν και ασεβειαν εξ εναντιας μου γεγονεν κρισις και ο κριτης λαμβανει    
Habacuque 1:4 δια τουτο διεσκεδασται νομος και ου διεξαγεται εις τελος κριμα οτι ο ασεβης καταδυναστευει τον δικαιον ενεκεν τουτου εξελευσεται το κριμα διεστραμμενον    
Habacuque 1:5 ιδετε οι καταφρονηται και επιβλεψατε και θαυμασατε θαυμασια και αφανισθητε διοτι εργον εγω εργαζομαι εν ταις ημεραις υμων ο ου μη πιστευσητε εαν τις εκδιηγηται    
Habacuque 1:6 διοτι ιδου εγω εξεγειρω εφ' υμας τους χαλδαιους τους μαχητας το εθνος το πικρον και το ταχινον το πορευομενον επι τα πλατη της γης του κατακληρονομησαι σκηνωματα ουκ αυτου    
Habacuque 1:7 φοβερος και επιφανης εστιν εξ αυτου το κριμα αυτου εσται και το λημμα αυτου εξ αυτου εξελευσεται    
Habacuque 1:8 και εξαλουνται υπερ παρδαλεις οι ιπποι αυτου και οξυτεροι υπερ τους λυκους της αραβιας και εξιππασονται οι ιππεις αυτου και ορμησουσιν μακροθεν και πετασθησονται ως αετος προθυμος εις το φαγειν    
Habacuque 1:9 συντελεια εις ασεβεις ηξει ανθεστηκοτας προσωποις αυτων εξ εναντιας και συναξει ως αμμον αιχμαλωσιαν    
Habacuque 1:10 και αυτος εν βασιλευσιν εντρυφησει και τυραννοι παιγνια αυτου και αυτος εις παν οχυρωμα εμπαιξεται και βαλει χωμα και κρατησει αυτου    


Veja também: CvvNet



Página anterior    [ 1 2 ]    Última página