Bíblia On Line - Informação bíblica de confiança
Bíblia OnLine
Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Naum 1:1 λημμα νινευη βιβλιον ορασεως ναουμ του ελκεσαιου    
Naum 1:2 θεος ζηλωτης και εκδικων κυριος εκδικων κυριος μετα θυμου εκδικων κυριος τους υπεναντιους αυτου και εξαιρων αυτος τους εχθρους αυτου    
Naum 1:3 κυριος μακροθυμος και μεγαλη η ισχυς αυτου και αθωων ουκ αθωωσει κυριος εν συντελεια και εν συσσεισμω η οδος αυτου και νεφελαι κονιορτος ποδων αυτου    
Naum 1:4 απειλων θαλασση και ξηραινων αυτην και παντας τους ποταμους εξερημων ωλιγωθη η βασανιτις και ο καρμηλος και τα εξανθουντα του λιβανου εξελιπεν    
Naum 1:5 τα ορη εσεισθησαν απ' αυτου και οι βουνοι εσαλευθησαν και ανεσταλη η γη απο προσωπου αυτου η συμπασα και παντες οι κατοικουντες εν αυτη    
Naum 1:6 απο προσωπου οργης αυτου τις υποστησεται και τις αντιστησεται εν οργη θυμου αυτου ο θυμος αυτου τηκει αρχας και αι πετραι διεθρυβησαν απ' αυτου    
Naum 1:7 χρηστος κυριος τοις υπομενουσιν αυτον εν ημερα θλιψεως και γινωσκων τους ευλαβουμενους αυτον    
Naum 1:8 και εν κατακλυσμω πορειας συντελειαν ποιησεται τους επεγειρομενους και τους εχθρους αυτου διωξεται σκοτος    
Naum 1:9 τι λογιζεσθε επι τον κυριον συντελειαν αυτος ποιησεται ουκ εκδικησει δις επι το αυτο εν θλιψει    
Naum 1:10 οτι εως θεμελιου αυτων χερσωθησεται και ως σμιλαξ περιπλεκομενη βρωθησεται και ως καλαμη ξηρασιας μεστη    


Veja também: CvvNet



Página anterior    [ 1 2 ]    Última página