Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 4:1αδαμ δε εγνω ευαν την γυναικα αυτου και συλλαβουσα ετεκεν τον καιν και ειπεν εκτησαμην ανθρωπον δια του θεου    
Gênesis 4:2και προσεθηκεν τεκειν τον αδελφον αυτου τον αβελ και εγενετο αβελ ποιμην προβατων καιν δε ην εργαζομενος την γην    
Gênesis 4:3και εγενετο μεθ' ημερας ηνεγκεν καιν απο των καρπων της γης θυσιαν τω κυριω    
Gênesis 4:4και αβελ ηνεγκεν και αυτος απο των πρωτοτοκων των προβατων αυτου και απο των στεατων αυτων και επειδεν ο θεος επι αβελ και επι τοις δωροις αυτου    
Gênesis 4:5επι δε καιν και επι ταις θυσιαις αυτου ου προσεσχεν και ελυπησεν τον καιν λιαν και συνεπεσεν τω προσωπω    
Gênesis 4:6και ειπεν κυριος ο θεος τω καιν ινα τι περιλυπος εγενου και ινα τι συνεπεσεν το προσωπον σου    
Gênesis 4:7ουκ εαν ορθως προσενεγκης ορθως δε μη διελης ημαρτες ησυχασον προς σε η αποστροφη αυτου και συ αρξεις αυτου    
Gênesis 4:8και ειπεν καιν προς αβελ τον αδελφον αυτου διελθωμεν εις το πεδιον και εγενετο εν τω ειναι αυτους εν τω πεδιω και ανεστη καιν επι αβελ τον αδελφον αυτου και απεκτεινεν αυτον    
Gênesis 4:9και ειπεν ο θεος προς καιν που εστιν αβελ ο αδελφος σου ο δε ειπεν ου γινωσκω μη φυλαξ του αδελφου μου ειμι εγω    
Gênesis 4:10και ειπεν ο θεος τι εποιησας φωνη αιματος του αδελφου σου βοα προς με εκ της γης    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 ]    Última página