Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 3:15και εχθραν θησω ανα μεσον σου και ανα μεσον της γυναικος και ανα μεσον του σπερματος σου και ανα μεσον του σπερματος αυτης αυτος σου τηρησει κεφαλην και συ τηρησεις αυτου πτερναν    
Gênesis 3:16και τη γυναικι ειπεν πληθυνων πληθυνω τας λυπας σου και τον στεναγμον σου εν λυπαις τεξη τεκνα και προς τον ανδρα σου η αποστροφη σου και αυτος σου κυριευσει    
Gênesis 3:17τω δε αδαμ ειπεν οτι ηκουσας της φωνης της γυναικος σου και εφαγες απο του ξυλου ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου επικαταρατος η γη εν τοις εργοις σου εν λυπαις φαγη αυτην πασας τας ημερας της ζωης σου    
Gênesis 3:18ακανθας και τριβολους ανατελει σοι και φαγη τον χορτον του αγρου    
Gênesis 3:19εν ιδρωτι του προσωπου σου φαγη τον αρτον σου εως του αποστρεψαι σε εις την γην εξ ης ελημφθης οτι γη ει και εις γην απελευση    
Gênesis 3:20και εκαλεσεν αδαμ το ονομα της γυναικος αυτου ζωη οτι αυτη μητηρ παντων των ζωντων    
Gênesis 3:21και εποιησεν κυριος ο θεος τω αδαμ και τη γυναικι αυτου χιτωνας δερματινους και ενεδυσεν αυτους    
Gênesis 3:22και ειπεν ο θεος ιδου αδαμ γεγονεν ως εις εξ ημων του γινωσκειν καλον και πονηρον και νυν μηποτε εκτεινη την χειρα και λαβη του ξυλου της ζωης και φαγη και ζησεται εις τον αιωνα    
Gênesis 3:23και εξαπεστειλεν αυτον κυριος ο θεος εκ του παραδεισου της τρυφης εργαζεσθαι την γην εξ ης ελημφθη    
Gênesis 3:24και εξεβαλεν τον αδαμ και κατωκισεν αυτον απεναντι του παραδεισου της τρυφης και εταξεν τα χερουβιμ και την φλογινην ρομφαιαν την στρεφομενην φυλασσειν την οδον του ξυλου της ζωης    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 ]    Última página