Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 3:5ηδει γαρ ο θεος οτι εν η αν ημερα φαγητε απ' αυτου διανοιχθησονται υμων οι οφθαλμοι και εσεσθε ως θεοι γινωσκοντες καλον και πονηρον    
Gênesis 3:6και ειδεν η γυνη οτι καλον το ξυλον εις βρωσιν και οτι αρεστον τοις οφθαλμοις ιδειν και ωραιον εστιν του κατανοησαι και λαβουσα του καρπου αυτου εφαγεν και εδωκεν και τω ανδρι αυτης μετ' αυτης και εφαγον    
Gênesis 3:7και διηνοιχθησαν οι οφθαλμοι των δυο και εγνωσαν οτι γυμνοι ησαν και ερραψαν φυλλα συκης και εποιησαν εαυτοις περιζωματα    
Gênesis 3:8και ηκουσαν την φωνην κυριου του θεου περιπατουντος εν τω παραδεισω το δειλινον και εκρυβησαν ο τε αδαμ και η γυνη αυτου απο προσωπου κυριου του θεου εν μεσω του ξυλου του παραδεισου    
Gênesis 3:9και εκαλεσεν κυριος ο θεος τον αδαμ και ειπεν αυτω αδαμ που ει    
Gênesis 3:10και ειπεν αυτω την φωνην σου ηκουσα περιπατουντος εν τω παραδεισω και εφοβηθην οτι γυμνος ειμι και εκρυβην    
Gênesis 3:11και ειπεν αυτω τις ανηγγειλεν σοι οτι γυμνος ει μη απο του ξυλου ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου εφαγες    
Gênesis 3:12και ειπεν ο αδαμ η γυνη ην εδωκας μετ' εμου αυτη μοι εδωκεν απο του ξυλου και εφαγον    
Gênesis 3:13και ειπεν κυριος ο θεος τη γυναικι τι τουτο εποιησας και ειπεν η γυνη ο οφις ηπατησεν με και εφαγον    
Gênesis 3:14και ειπεν κυριος ο θεος τω οφει οτι εποιησας τουτο επικαταρατος συ απο παντων των κτηνων και απο παντων των θηριων της γης επι τω στηθει σου και τη κοιλια πορευση και γην φαγη πασας τας ημερας της ζωης σου    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 ]    Última página