Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 2:20και εκαλεσεν αδαμ ονοματα πασιν τοις κτηνεσιν και πασι τοις πετεινοις του ουρανου και πασι τοις θηριοις του αγρου τω δε αδαμ ουχ ευρεθη βοηθος ομοιος αυτω    
Gênesis 2:21και επεβαλεν ο θεος εκστασιν επι τον αδαμ και υπνωσεν και ελαβεν μιαν των πλευρων αυτου και ανεπληρωσεν σαρκα αντ' αυτης    
Gênesis 2:22και ωκοδομησεν κυριος ο θεος την πλευραν ην ελαβεν απο του αδαμ εις γυναικα και ηγαγεν αυτην προς τον αδαμ    
Gênesis 2:23και ειπεν αδαμ τουτο νυν οστουν εκ των οστεων μου και σαρξ εκ της σαρκος μου αυτη κληθησεται γυνη οτι εκ του ανδρος αυτης ελημφθη αυτη    
Gênesis 2:24ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα αυτου και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν    
Gênesis 2:25και ησαν οι δυο γυμνοι ο τε αδαμ και η γυνη αυτου και ουκ ησχυνοντο    
Gênesis 3:1ο δε οφις ην φρονιμωτατος παντων των θηριων των επι της γης ων εποιησεν κυριος ο θεος και ειπεν ο οφις τη γυναικι τι οτι ειπεν ο θεος ου μη φαγητε απο παντος ξυλου του εν τω παραδεισω    
Gênesis 3:2και ειπεν η γυνη τω οφει απο καρπου ξυλου του παραδεισου φαγομεθα    
Gênesis 3:3απο δε καρπου του ξυλου ο εστιν εν μεσω του παραδεισου ειπεν ο θεος ου φαγεσθε απ' αυτου ουδε μη αψησθε αυτου ινα μη αποθανητε    
Gênesis 3:4και ειπεν ο οφις τη γυναικι ου θανατω αποθανεισθε    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 ]    Última página