Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 2:10ποταμος δε εκπορευεται εξ εδεμ ποτιζειν τον παραδεισον εκειθεν αφοριζεται εις τεσσαρας αρχας    
Gênesis 2:11ονομα τω ενι φισων ουτος ο κυκλων πασαν την γην ευιλατ εκει ου εστιν το χρυσιον    
Gênesis 2:12το δε χρυσιον της γης εκεινης καλον και εκει εστιν ο ανθραξ και ο λιθος ο πρασινος    
Gênesis 2:13και ονομα τω ποταμω τω δευτερω γηων ουτος ο κυκλων πασαν την γην αιθιοπιας    
Gênesis 2:14και ο ποταμος ο τριτος τιγρις ουτος ο πορευομενος κατεναντι ασσυριων ο δε ποταμος ο τεταρτος ουτος ευφρατης    
Gênesis 2:15και ελαβεν κυριος ο θεος τον ανθρωπον ον επλασεν και εθετο αυτον εν τω παραδεισω εργαζεσθαι αυτον και φυλασσειν    
Gênesis 2:16και ενετειλατο κυριος ο θεος τω αδαμ λεγων απο παντος ξυλου του εν τω παραδεισω βρωσει φαγη    
Gênesis 2:17απο δε του ξυλου του γινωσκειν καλον και πονηρον ου φαγεσθε απ' αυτου η δ' αν ημερα φαγητε απ' αυτου θανατω αποθανεισθε    
Gênesis 2:18και ειπεν κυριος ο θεος ου καλον ειναι τον ανθρωπον μονον ποιησωμεν αυτω βοηθον κατ' αυτον    
Gênesis 2:19και επλασεν ο θεος ετι εκ της γης παντα τα θηρια του αγρου και παντα τα πετεινα του ουρανου και ηγαγεν αυτα προς τον αδαμ ιδειν τι καλεσει αυτα και παν ο εαν εκαλεσεν αυτο αδαμ ψυχην ζωσαν τουτο ονομα αυτου    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 ]    Última página