Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 1:31και ειδεν ο θεος τα παντα οσα εποιησεν και ιδου καλα λιαν και εγενετο εσπερα και εγενετο πρωι ημερα εκτη    
Gênesis 2:1και συνετελεσθησαν ο ουρανος και η γη και πας ο κοσμος αυτων    
Gênesis 2:2και συνετελεσεν ο θεος εν τη ημερα τη εκτη τα εργα αυτου α εποιησεν και κατεπαυσεν τη ημερα τη εβδομη απο παντων των εργων αυτου ων εποιησεν    
Gênesis 2:3και ηυλογησεν ο θεος την ημεραν την εβδομην και ηγιασεν αυτην οτι εν αυτη κατεπαυσεν απο παντων των εργων αυτου ων ηρξατο ο θεος ποιησαι    
Gênesis 2:4αυτη η βιβλος γενεσεως ουρανου και γης οτε εγενετο η ημερα εποιησεν ο θεος τον ουρανον και την γην    
Gênesis 2:5και παν χλωρον αγρου προ του γενεσθαι επι της γης και παντα χορτον αγρου προ του ανατειλαι ου γαρ εβρεξεν ο θεος επι την γην και ανθρωπος ουκ ην εργαζεσθαι την γην    
Gênesis 2:6πηγη δε ανεβαινεν εκ της γης και εποτιζεν παν το προσωπον της γης    
Gênesis 2:7και επλασεν ο θεος τον ανθρωπον χουν απο της γης και ενεφυσησεν εις το προσωπον αυτου πνοην ζωης και εγενετο ο ανθρωπος εις ψυχην ζωσαν    
Gênesis 2:8και εφυτευσεν κυριος ο θεος παραδεισον εν εδεμ κατα ανατολας και εθετο εκει τον ανθρωπον ον επλασεν    
Gênesis 2:9και εξανετειλεν ο θεος ετι εκ της γης παν ξυλον ωραιον εις ορασιν και καλον εις βρωσιν και το ξυλον της ζωης εν μεσω τω παραδεισω και το ξυλον του ειδεναι γνωστον καλου και πονηρου    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 ]    Última página