Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 1:21και εποιησεν ο θεος τα κητη τα μεγαλα και πασαν ψυχην ζωων ερπετων α εξηγαγεν τα υδατα κατα γενη αυτων και παν πετεινον πτερωτον κατα γενος και ειδεν ο θεος οτι καλα    
Gênesis 1:22και ηυλογησεν αυτα ο θεος λεγων αυξανεσθε και πληθυνεσθε και πληρωσατε τα υδατα εν ταις θαλασσαις και τα πετεινα πληθυνεσθωσαν επι της γης    
Gênesis 1:23και εγενετο εσπερα και εγενετο πρωι ημερα πεμπτη    
Gênesis 1:24και ειπεν ο θεος εξαγαγετω η γη ψυχην ζωσαν κατα γενος τετραποδα και ερπετα και θηρια της γης κατα γενος και εγενετο ουτως    
Gênesis 1:25και εποιησεν ο θεος τα θηρια της γης κατα γενος και τα κτηνη κατα γενος και παντα τα ερπετα της γης κατα γενος αυτων και ειδεν ο θεος οτι καλα    
Gênesis 1:26και ειπεν ο θεος ποιησωμεν ανθρωπον κατ' εικονα ημετεραν και καθ' ομοιωσιν και αρχετωσαν των ιχθυων της θαλασσης και των πετεινων του ουρανου και των κτηνων και πασης της γης και παντων των ερπετων των ερποντων επι της γης    
Gênesis 1:27και εποιησεν ο θεος τον ανθρωπον κατ' εικονα θεου εποιησεν αυτον αρσεν και θηλυ εποιησεν αυτους    
Gênesis 1:28και ηυλογησεν αυτους ο θεος λεγων αυξανεσθε και πληθυνεσθε και πληρωσατε την γην και κατακυριευσατε αυτης και αρχετε των ιχθυων της θαλασσης και των πετεινων του ουρανου και παντων των κτηνων και πασης της γης και παντων των ερπετων των ερποντων επι της γης    
Gênesis 1:29και ειπεν ο θεος ιδου δεδωκα υμιν παν χορτον σποριμον σπειρον σπερμα ο εστιν επανω πασης της γης και παν ξυλον ο εχει εν εαυτω καρπον σπερματος σποριμου υμιν εσται εις βρωσιν    
Gênesis 1:30και πασι τοις θηριοις της γης και πασι τοις πετεινοις του ουρανου και παντι ερπετω τω ερποντι επι της γης ο εχει εν εαυτω ψυχην ζωης παντα χορτον χλωρον εις βρωσιν και εγενετο ουτως    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 ]    Última página