Bíblia OnLine

Nova Pesquisa         Todo o Livro         Todo o Capítulo

   Versão: Ελληνικά: Greek (OT) LXX - Unaccented
 
Gênesis 1:11και ειπεν ο θεος βλαστησατω η γη βοτανην χορτου σπειρον σπερμα κατα γενος και καθ' ομοιοτητα και ξυλον καρπιμον ποιουν καρπον ου το σπερμα αυτου εν αυτω κατα γενος επι της γης και εγενετο ουτως    
Gênesis 1:12και εξηνεγκεν η γη βοτανην χορτου σπειρον σπερμα κατα γενος και καθ' ομοιοτητα και ξυλον καρπιμον ποιουν καρπον ου το σπερμα αυτου εν αυτω κατα γενος επι της γης και ειδεν ο θεος οτι καλον    
Gênesis 1:13και εγενετο εσπερα και εγενετο πρωι ημερα τριτη    
Gênesis 1:14και ειπεν ο θεος γενηθητωσαν φωστηρες εν τω στερεωματι του ουρανου εις φαυσιν της γης του διαχωριζειν ανα μεσον της ημερας και ανα μεσον της νυκτος και εστωσαν εις σημεια και εις καιρους και εις ημερας και εις ενιαυτους    
Gênesis 1:15και εστωσαν εις φαυσιν εν τω στερεωματι του ουρανου ωστε φαινειν επι της γης και εγενετο ουτως    
Gênesis 1:16και εποιησεν ο θεος τους δυο φωστηρας τους μεγαλους τον φωστηρα τον μεγαν εις αρχας της ημερας και τον φωστηρα τον ελασσω εις αρχας της νυκτος και τους αστερας    
Gênesis 1:17και εθετο αυτους ο θεος εν τω στερεωματι του ουρανου ωστε φαινειν επι της γης    
Gênesis 1:18και αρχειν της ημερας και της νυκτος και διαχωριζειν ανα μεσον του φωτος και ανα μεσον του σκοτους και ειδεν ο θεος οτι καλον    
Gênesis 1:19και εγενετο εσπερα και εγενετο πρωι ημερα τεταρτη    
Gênesis 1:20και ειπεν ο θεος εξαγαγετω τα υδατα ερπετα ψυχων ζωσων και πετεινα πετομενα επι της γης κατα το στερεωμα του ουρανου και εγενετο ουτως    

   
Veja também: CvvNet



Página anterior    [ 1 2 3 4 5 6 7 8 9 10 11 12 ]    Última página